Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.1 | Dem. 29.2 (English) | >>Dem. 29.4 |
29.1εἰ μὴ πρότερόν μοι δίκης γενομένης πρὸς Ἄφοβον , ὦ ἄνδρες δικασταί , συνῄδειν πολλῷ τούτων μείζω καὶ δεινότερʼ αὐτοῦ ψευσαμένου ῥᾳδίως ἐξελέγξας διὰ τὴν περιφάνειαν τῶν ἀδικημάτων , θαυμασίως ἂν ὡς ηὐλαβούμην μὴ καὶ νῦν οὐ δυνηθῶ δεῖξαι , πῇ παρακρούεταί ποθʼ ἕκασθʼ ὑμᾶς αὐτῶν . νῦν δὲ σὺν θεοῖς εἰπεῖν , ἄνπερ ἴσοι καὶ κοινοὶ γένησθʼ ἡμῶν ἀκροαταί , πολλὰς ἐλπίδας ἔχω μηδὲν ἧττον ὑμᾶς τὴν ἀναίδειαν τὴν τούτου γνώσεσθαι τῶν πρότερον δικασάντων . καὶ ταῦτʼ εἰ μὲν ἐδεῖτο λόγου τινὸς ἢ ποικιλίας , ἔγωγε κατώκνουν ἂν τὴν ἐμαυτοῦ καταμεμφόμενος ἡλικίαν · νῦν δʼ ἁπλῶς δεῖ διδάξαι καὶ διηγήσασθαι τὰ τούτῳ πεπραγμένα περὶ ἡμῶν · ἐκ δὲ τούτων οἶμαι πᾶσιν ὑμῖν εὔγνωστον ἔσεσθαι , πότερός ποθʼ ἡμῶν ἐσθʼ ὁ πονηρός .
οἶδα μὲν οὖν ὅτι τὴν δίκην οὗτος εἴληχε ταύτην , οὐχὶ τῷ τὰ ψευδῆ τινʼ αὑτοῦ καταμεμαρτυρηκέναι ἐξελέγξειν πιστεύων , ἀλλʼ ἡγούμενος διὰ τὸ μέγεθος τοῦ τιμήματος τῆς δίκης , ἣν ὦφλεν , ἐμοὶ μὲν ἂν γενέσθαι τινὰ φθόνον , αὑτῷ δʼ ἔλεον . καὶ διὰ ταῦτα περὶ τῆς γεγενημένης δίκης νῦν ἀπολογεῖται , περὶ ἧς τότʼ οὐδὲν ἔσχε δίκαιον εἰπεῖν . ἐγὼ δʼ , ὦ ἄνδρες δικασταί , εἰ μὲν ἐπεπράγμην τοῦτον τὴν δίκην ἢ μηδὲν ἤθελον μέτριον συγχωρεῖν , ἠδίκουν μὲν οὐδʼ ἂν οὕτως , τὰ παρʼ ὑμῖν γνωσθέντα πραττόμενος αὐτόν , ὅμως δʼ ἂν εἶχέν τις εἰπεῖν , ὡς λίαν ὠμῶς καὶ πικρῶς ὄντα συγγενῆ τοῦτον ἐκ τῆς οὐσίας ἁπάσης ἐκβέβληκα .
29.2
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 29.1 | Dem. 29.2 (English) | >>Dem. 29.4 |